Zum Inhalt springen

„ÜHA/4“ – Versionsunterschied

aus AufEinWort, der freien Forschung
[ungesichtete Version][ungesichtete Version]
Keine Bearbeitungszusammenfassung
Keine Bearbeitungszusammenfassung
Zeile 7: Zeile 7:
<noinclude>[[ÜHA/3|◀]][[ÜHA/5|▶]]
<noinclude>[[ÜHA/3|◀]][[ÜHA/5|▶]]


{{Anmrkng Enzlnchws}}
Λόγος δέ ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην, ἧς <sup>1)</sup> τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον, ὡς φάσις, ἀλλ' οὐχ ὡς κατάφασις ἢ ἀπόφασις. λέγω <sup>2)</sup> δέ, οἷον ἄνθρωπος σημαίνει μέν τι, <sup>3)</sup> ἀλλ' οὐχ ὅτι ἔστιν ἢ οὐκ ἔστιν· ἀλλ' ἔσται κατάφασις ἢ ἀπόφασις, ἐάν τι προστεθῆι. ἀλλ' οὐχὶ <sup>4)</sup> τοῦ ἀνθρώπου [30] συλλαβὴ μία. οὐδὲ γὰρ ἐν τῶι μῦς τὸ ῦς <sup>5)</sup>σημαντικόν, ἀλλὰ φωνή ἐστι νῦν μόνον. ἐν δὲ τοῖς διπλοῖς σημαίνει μέν, ἀλλ' οὐ καθ' αὑτό, ὡς προείρηται.
 
[17a] Ἔστι δὲ λόγος ἅπας μὲν σημαντικός, οὐχ ὡς ὄργανον δέ, ἀλλ' ὡς προείρηται <sup>6)</sup> κατὰ συνθήκην. ἀποφαντικὸς δὲ οὐ πᾶς, ἀλλ' ἐν ὧι τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει. οὐκ ἐν ἅπασι δὲ ὑπάρχει, οἷον ἡ εὐχὴ λόγος μέν, ἀλλ' οὔτε <sup>7)</sup> ἀληθὴς οὔτε ψευδής. οἱ μὲν οὖν ἄλλοι ἀφείσθωσαν· ῥητορικῆς γὰρ ἢ ποιητικῆς οἰκειοτέρα ἡ σκέψις· ὁ δὲ ἀποφαντικὸς τῆς νῦν θεωρίας. [5]
 
 
_____________
 
 
1) σημαντικὴ κατὰ συνθήκην, ἧς] σημαντικὴ, ἧς M-P
 
2) κατάφασις ἢ ἀπόφασις. λέγω] κατάφασις. λέγω M-P
 
3) σημαίνει μέν τι] σημαίνει τι M-P
 
4) οὐχὶ] οὐχ ἡ M-P
 
5) ῦς] υς M-P
 
6) ὡς προείρηται] ὥσπερ εἴρηται M-P
 
7) οὔτε] οὔτ' M-P{{Anmrkng Enzlnchws}}


</noinclude>
</noinclude>

Version vom 4. August 2024, 06:52 Uhr

▶Eine Rede besteht aus Worten, welche in Folge Uebereinkommens etwas bedeuten und wo auch die einzelnen Theile der Rede etwas besonderes bezeichnen; sie ist aber nur eine Aussage, und nicht schon eine Bejahung oder Verneinung. Ich meine, dass z.B. »Person« zwar etwas bedeutet, aber nicht, ob sie ist oder nicht ist; wenn aber noch etwas hinzugefügt würde, so würde es eine Bejahung oder Verneinung werden. Dagegen bedeutet die einzelne Sylbe von Person nichts; auch in dem Worte: Maus, bezeichnet das »aus« nichts, sondern es ist da nur ein Laut.

In den zusammengesetzten Worten haben die Theile zwar eine Bedeutung, aber nicht für sich, wie ich schon gesagt habe.

Die Rede bedeutet zwar etwas, aber nicht wie ein Werkzeug, sondern, wie gesagt, vermöge Uebereinkommens. Nicht jede Rede enthält aber einen Ausspruch, sondern nur die, in welcher das Wahr- oder Falsch-sein enthalten ist, was nicht bei jeder Rede der Fall ist. So ist z.B. das Gelübde zwar eine Rede, aber es ist weder wahr, noch falsch. Ich lasse nun die übrigen Arten der Rede bei Seite, da deren Betrachtung mehr zur Beredtsamkeit und Dichtkunst gehört und nur die aussagende Rede der Gegenstand meiner jetzigen Untersuchung ist.

◀▶

Λόγος δέ ἐστι φωνὴ σημαντικὴ κατὰ συνθήκην, ἧς 1) τῶν μερῶν τι σημαντικόν ἐστι κεχωρισμένον, ὡς φάσις, ἀλλ' οὐχ ὡς κατάφασις ἢ ἀπόφασις. λέγω 2) δέ, οἷον ἄνθρωπος σημαίνει μέν τι, 3) ἀλλ' οὐχ ὅτι ἔστιν ἢ οὐκ ἔστιν· ἀλλ' ἔσται κατάφασις ἢ ἀπόφασις, ἐάν τι προστεθῆι. ἀλλ' οὐχὶ 4) τοῦ ἀνθρώπου [30] συλλαβὴ μία. οὐδὲ γὰρ ἐν τῶι μῦς τὸ ῦς 5)σημαντικόν, ἀλλὰ φωνή ἐστι νῦν μόνον. ἐν δὲ τοῖς διπλοῖς σημαίνει μέν, ἀλλ' οὐ καθ' αὑτό, ὡς προείρηται.

[17a] Ἔστι δὲ λόγος ἅπας μὲν σημαντικός, οὐχ ὡς ὄργανον δέ, ἀλλ' ὡς προείρηται 6) κατὰ συνθήκην. ἀποφαντικὸς δὲ οὐ πᾶς, ἀλλ' ἐν ὧι τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει. οὐκ ἐν ἅπασι δὲ ὑπάρχει, οἷον ἡ εὐχὴ λόγος μέν, ἀλλ' οὔτε 7) ἀληθὴς οὔτε ψευδής. οἱ μὲν οὖν ἄλλοι ἀφείσθωσαν· ῥητορικῆς γὰρ ἢ ποιητικῆς οἰκειοτέρα ἡ σκέψις· ὁ δὲ ἀποφαντικὸς τῆς νῦν θεωρίας. [5]


_____________


1) σημαντικὴ κατὰ συνθήκην, ἧς] σημαντικὴ, ἧς M-P

2) κατάφασις ἢ ἀπόφασις. λέγω] κατάφασις. λέγω M-P

3) σημαίνει μέν τι] σημαίνει τι M-P

4) οὐχὶ] οὐχ ἡ M-P

5) ῦς] υς M-P

6) ὡς προείρηται] ὥσπερ εἴρηται M-P

7) οὔτε] οὔτ' M-P== Einzelnachweise ==