Werk:Theologumena Arithmeticae/Perí triádos
Seite 14
| 14 | ||||
| αἱ μονάδες, εἴτε ἥμισυ δυάδος ἡ μονάς, προϋπάρχειν δεῖ τὴν | ||||
| δυάδα, εἴτε σώζοιντο αὐταῖς αἱ πρὸς ἀλλήλας σχέσεις, συνυ- | ||||
| πάρχειν ἀναγκαῖον, καθὸ διπλάσιον ἡμίσους καὶ ἥμισυ δι- | ||||
| πλασίου, καὶ οὔτε προτέρα οὔθ’ ὑστέρα διὰ τὸ συνεπιφέρειν | ||||
| 5 | τε καὶ συνεπιφέρεσθαι καὶ συναναιρεῖν καὶ συναναιρεῖσθαι. | |||
| ὅτι καὶ διομήτορα ταύτην ὠνόμαζον ὡς Διὸς μητέρα — | ||||
| Δία δ’ ἔλεγον τὴν μονάδα — καὶ Ῥέαν ἀπὸ τῆς ῥύσεως καὶ | ||||
| ἀπὸ τῆς τάσεως, ὅπερ οἰκεῖον καὶ δυάδι καὶ φύσει τῇ πάντα | ||||
| γινομένη, καὶ τῇ σελήνῃ δὲ φασιν ἐφαρμόζειν τὸ δυὰς ὄνομα, | ||||
| 10 | ὅτι τε καὶ πλείoνας δύσεις ἐκ πάντων τῶν πλανητῶν ὲπιδέχε- | |||
| ται καὶ ὅτι ἐδνάσθη καὶ ἐδιχοτομήθη· ἡμίτομος γὰρ καὶ | ||||
| διχότομος λέγεται. | ||||
| III | περὶ τριάδος. | |||
| Ὅτι ἡ τριὰς ἐξαίρετόν τι παρὰ πάντας τοὺς ἀριθμοὺς κάλ- | ||||
| 15 | λος εἴληχε καὶ εὐπρέπειαν, πρῶτον μὲν τὰς τῆς μονάδος δυ- | |||
| νάμεις ἐνεργοὺς πρωτίστη παρασχοῦσα, περισσότητα, τελειότητα, | ||||
| ἀναλογίαν, ἕνωσιν, πέρας· περισσὸς μὲν γὰρ κατ’ ἐνέργειαν | ||||
| 13 | πρῶτος | ὁ γ’, ἀκολούθως ταῖς ὀνομασίαις περίισος ὢν καὶ | |||
| πλέον τι τοῦ ἴσου ἐν ἑτέρῳ μέρει ἔχων, ἐξαίρετον δὲ τὸ ταῖς | ||||
| 20 | δυοῖν ἀρχαῖς συνεχῆ καὶ σύστημα γε ἀμφοῖν ὑπάρχειν. τέ- | |||
| λειός γε μὴν ἰδιαίτερον τῶν ἄλλων ἐστίν, ὅτι οἱ ἀπὸ μονάδος | ||||
| ἐφεξῆς ἴσοι εὑρίσκονται μέχρι τετράδος· λέγω δὲ οἷον μονάδος, |
5 cf. Iambl. p. 10, 3 sqq. de com. math. sc. p. 14, 25 sq. Festa. Nicom. p. 9, 16 sq. 10, 3
6 διομήτορα Ph.
7 Δία Mart. Cap. VII 731 etc. Ῥέαν Ph.
9 σελήνην cf. Lyd. II 7. IV 10
17 sq. cf. Ph. etc.
20 σύστημα ἀμφοῖν cf. Lyd. IV 64
1 δεῖ A N F A st[E] δὴ M L B P p
2 ἄλληλα E ἀλλήλαις P
3 καὶ’ ὁ Ast
4 προτέρα et ὑστέρα c p πρότερα et ὕστ. Ast
5 καὶ tert. om. F
6 ὀνόμαζον B
7 δὲ F
8 τάξεως in marg. γρ. τάσεως B
9 γεννωμένην Ast φασὶ E
10 τῶν bis N ἁπλανῶν c p πλανητῶν Ast in adn. Del. p. 199
10 sq. δέχεται x A p Ast ἐπιδέχεται E
11 καὶ tert. om. F
13 om. E B
15 εὐπρεπείαν L τάς] τὰ P p
16 τελειότητα c πλειότητα p Ast
18 τρία E
19 ἐξαιρέτως δὲ τῷ x A p Ast ἐξαίρετον δὲ τὸ E
22 ἐφ’ ἑξῆς B ἴσοι A E post μονάδος perperam δυάδος add. pAst
Seite 15
| τριάδος, ἑξάδος, δεκάδος· ἡ μὲν γὰρ μονὰς ὡς πυθμὴν μονάδι | 15 | |||
| ἴση, ἡ δὲ τριὰς μονάδι καὶ δυάδι, ⟨ἡ δὲ ἑξὰς μονάδι δυάδι | ||||
| τριάδι⟩, δεκὰς δὲ μονάδι δυάδι τριάδι τετραδί. πλέον οὖν τι | ||||
| ἡ τριὰς ἔχειν φαίνεται τῷ συνεπὴς εἶναι τούτοις, οἷς καὶ ἴση | ||||
| ὑπάρχει· καὶ γὰρ ἐκ τοῦ τοιούτου μεσότητα καὶ ἀναλογίαν | 5 | |||
| αὐτὴν προσηγόρευον, οὐχ ἐπειδὴ πρωτίστη μὲν τῶν ἀριθμῶν | ||||
| μέσον εἴληχε, μονωτάτη δὲ τὸ αὐτὸ ἴσον τοῖς ἄκροις, ἀλλ’ ὅτι | ||||
| κατ’ εἰκόνα τῆς γενικῆς ἰσότητος, μέσης τοῦ μείζονος καὶ ἐλάτ- | ||||
| τονος ἀνισότητος εἰδῶν ὑπαρχούσης, καὶ αὐτὴ τοῦ πλείονος | ||||
| καὶ ὑπομένον ἀνὰ μέσον θεωρεῖται, σύμμετρον φύσιν ἔχουσα· | 10 | |||
| ὁ μὲν γὰρ πρὸ αὐτῆς ὁ δύο πλείων [τοῦ α΄] τοῖς ὑποπροσθεν | ||||
| ὑπάρχει, καὶ ῥίζα γε τῆς πυθμενικῆς τοῦ μείζονος σχέσεως· | ||||
| διπλάσιος γάρ· ὁ δὲ μετ’ αὐτὴν ὁ δ’ ἐλάττων [τοῦ α΄ β΄ γ΄· καὶ | ||||
| γὰρ ς΄] τῶν ὑποπροσθεν, καὶ πρωτίστου γε τῆς πυθμενικῆς | ||||
| τοῦ ἐλάσσονος σχέσεως εἶδος· ὑφημιόλιος γάρ· αὕτη δὲ μεταξύ | 15 | |||
| ἀμφοῖν ἴση [τῷ α΄ β΄] τοῖς ὑποπροσθεν [ἤγουν ἐστὶ γ΄]· εἰδο- | ||||
| ποιὸς ἄρα μεσότητος τοῖς ἄλλοις. ἔνθεν τρεῖς μὲν δι’ αὐτὴν | ||||
| αἱ ὀρθαὶ λεγόμεναι μεσότητες, ἀριθμητικὴ γεωμετρικὴ ἁρμο- | ||||
| νική, τρεῖς δὲ αἱ ταύταις ὑπεναντίαι, τρεῖς δὲ οἱ καθ’ ἑκάστην | ||||
| ὅρον, τρία δὲ ⟨τὰ⟩ διαστήματα, τουτέστιν αἱ ἐν ἑκάστῳ ὅρῳ | 20 |
5 cf. Ph. Mart. Cap. VII 733
17 sq. cf. Theo p. 85, 8 sq. Lyd. II 8
1 ἑξάδος solus E praebet
2 sq. ἢ . . . τριάδι addidi 3 ⟨ἡ⟩ δὲ δεκὰς expectes
4 συνεχείς B συνεχῆς F
7 ἥληχε p ἴσον A E N F
9 αὕτη p Ast
10 ἀναμέσον A B N F συμμετρου x A p Ast σύμμετρον E
11 ὁ alt.] εἰς E πλεῖον E τοῦ αʹ] om. E τοῦ πρώτου p Ast glossema arbitror
13 ἢ δ’ E
13 sq. τοῦ . . . ςʹ] om. E adi. ab alt. m. A: glossema arbitror
14 τοῦ x A p Ast τῶν E πρωτίστω A M L B P N πρωτίστω F πρῶτιστον E p Ast
15 εἴδει x A εἴδειους ead. m. corr. E εἶδος p Ast
τῶ αʹ βʹ ἤγουν τί ἐστι τῶ αʹ βʹ
ὑφ’ ἡμιόλιος E N F
16 ἴσει P τοῖς ὑπόπροσθεν x τοῖς ὑπόἤγουν ἔστι γʹ
προσθεν A suprscr. ead. m. τοῖς ὑπόπροσθεν E τῆς ὑποπ. p Ast τῶ αʹ βʹ et ἤγουν ἔστι γʹ om. E p Ast: seclusi quod glossemata esse aperte patet
17 μεσότης x A p Ast μεσότητος E
18 αἱ om. F
19 καθ᾽ ἑκάστην E
20 τὰ addidi
Seite 16
| 16 | ||||
| διαφοραι μικροῦ πρὸς μέσον καὶ μέσου πρὸς μέγα καὶ μικροῦ | ||||
| πρὸς μέγα, σχέσεις τε ἰσάριθμοι αἱ κατὰ τὰ λεχθέντα ἐν προ- | ||||
| λόγων τάξει, ἄλλαι δὲ τρεῖς ἀναστροφαὶ ἐξεταζόμεναι μεγάλου | ||||
| πρὸς μικρόν, μεγάλου πρὸς μέσον, μέσου πρὸς μικρόν. ὅτι ἡ | ||||
| 5 | μὲν μονὰς τοῦ παντὸς ἀριθμοῦ λόγον ἀδιατύπωτον ἔτι καὶ | |||
| ἀδιάρθρωτον ὡς ἐν σπέρματι ἑαυτῇ ἔχει, ἡ δυὰς δὲ βρα- | ||||
| 14 | χεία τις | ἐπ’ ἀριθμὸν προχώρησις, οὐκ ἀντικρυς δὲ τοιαύτη | |||
| διὰ τὸ ἀρχοειδές, ἡ τριὰς δὲ τὴν τῆς μονάδος δύναμιν εἰς | ||||
| ἐνέργειαν καὶ ἐπέκτασιν προχωρεῖν ποιεῖ. καὶ μονάδος μὲν τὸ | ||||
| 10 | τόδε, δυάδος δὲ τὸ ἕκάτερον, τριάδος δὲ τὸ ἕκαστον καὶ | |||
| τὸ ⟨πᾶν⟩· διὸ καὶ εἰς πλήθους ἔμφασιν τὴν τριάδα τιμώμεθα, | ||||
| ‘τρισμύριοι’ λέγοντες ἀντὶ τοῦ ‘πολλακὶς πολλοί’ καὶ ‘τρισ- | ||||
| όλβιοι’· διὸ καὶ τὰς τῶν νεκρῶν ἀνακλήσεις τρὶς εἰθίσθη- | ||||
| μεν ποιεῖν. ἔτι δὲ καὶ πᾶσα οὐσία διέξοδον ἔχουσα φυσικὴν | ||||
| 15 | ὅρους ἔχει τρεῖς, ἀρχὴν ἀκμήν τελευτήν, οἷον πέρατα καὶ | |||
| μέσον, διαστήματα δὲ ⟨δύο⟩, οἷον αὔξησιν καὶ φθίσιν, | ||||
| ὥστε τὴν μὲν δυάδος φύσιν καὶ τὸ ἑκάτερον ἐμφαίνεσθαι τῇ | ||||
| τριάδι διὰ τῶν περάτων. ὅτι ἡ τριὰς εὐβουλία καλεῖται καὶ | ||||
| φρόνιμος, οἷον τῶν ἀνθρώπων τά τε παρόντα διορθούντων | ||||
| 20 | τά τε μέλλοντα προορῶντων καὶ ἐξ τῶν ἤδη γεγονότων λαμ- | |||
| βανόντων πεῖραν· τῶν ἄρα τριῶν τού χρόνου περῶν ἐποπτική | ||||
| πως ἡ φρόνησις, ὥστε καὶ ἡ γνῶσις κατὰ τὴν τριάδα. ὅτι |
8 sq. ἡ τριὰς . . . ποιεῖ,
18 εὐβουλία,
22 γνῶσις Ph.
1 sq. καὶ μικροῦ πρὸς μέγα A E om. x p Ast
4 μεγάλου . . . μικροῦ om. E
5 τοῦ] τὸν E
6 ἐν ante ἑαυτῇ add. Ast ἑαυτῆς F
7 προχώρησιν p
8 εἰς om. B
9 ἐπ’ ἔκτασιν p
10 sq. verba καὶ τὸ et lacunam quattuor fere litterarum solus E praebet: πᾶν supplevi cll. Theone p. 100, 15 et Chalc. p. 104, 3 sq. certe tria primitus dicta sunt omnia, quod de duobus dici non potest. utrumque (cf. v. 10 δυάδος δὲ τὸ ἑκάτερον) enim dicitur de duobus
12 τρὶς μύριοι P p Ast τριμύριοι B
13 sq. εἰώσθημεν y A E εἰθίσαι μὲν P εἰθίσαμεν p Ast
14 ποιεῖσθαι x A p Ast ποιεῖν E
15 τρεῖς] γ’ E
16 δύο add. Heiberg οἷον x p Ast om. A E secluserim
17 τὴν δυάδος rep. B
18 διὰ A E om. x p Ast post περάτων aliquid excidisse videtur
19 οἷα A E M P p Ast
20 προορωμένων p γεννάτων p
22 sq. ὅτι τὴν τριάδα om. N F
Seite 17
| 17 | ||||
| τὴν τριάδα εὐσέβειαν καλοῦσι· διὸ καὶ τριὰς ὠνομάσθη | ||||
| παρὰ τὸ τρεῖν, τὸ δεδοικέναι καὶ εὐλαβεῖσθαι. | ||||
| Ἀνατολίου. | ||||
|---|---|---|---|---|
| ὅτι ὁ τρία πρῶτος περισσὸς καλεῖται ὑπ’ ἐνίων τέλειος, ὅτι | ||||
| πρῶτος τὰ πάντα σημαίνει, ἀρχὴν καὶ μέσον καὶ τέλος. τὰ ἐξ- | 5 | |||
| αίσια ἀπὸ ταύτης σεμνύνοντες καλοῦσι τρισολβίους, τρισμάκα- | ||||
| ρας. εὐχαὶ καὶ σπονδαὶ τρὶς γίνονται. εἰκὼν ἐστὶν ἐπιπέδου | ||||
| καὶ πρώτη ὑπόστασις ἐν τριγώνοις· τρία γὰρ αὐτῶν γένη, | ||||
| ἰσόπλευρον ἰσοσκελὲς σκαληνόν. ἔτι γωνίαι εὐθύγραμμοι τρεῖς, | ||||
| ὀξεῖα ἀμβλεῖα ὀρθή. χρόνου μέρη τρία. εἴκαζον δὲ αὐτὴν ἐν | 10 | |||
| ἀρεταῖς σωφροσύνῃ· συμμετρία γὰρ αὕτη μεταξύ ὑπεροχῆς καὶ | ||||
| ἐλλείψεως. ἔτι ἡ τριὰς ἐκ μονάδος καὶ δυάδος καὶ ἑαυτῆς τὸν | ||||
| ἓξ ποιεῖ κατὰ σύνθεσιν, ὅς ἐστι πρῶτος τέλειος ἀριθμός. | | ||||
| Νικομάχου Θεολογούμενα. | 15 | |||
| ὅτι ἀρχὴ κατ’ ἐνέργειαν ἀριθμοῦ ἡ τριὰς μονάδων συστήματι | 15 | |||
| ὁριζομένου· μονὰς μὲν γὰρ τρόπον τινὰ ἡ δυὰς διὰ τὸ ἀρχο- | ||||
| ειδές, σύστημα δὲ μονάδος καὶ δυάδος ἡ τριὰς πρώτη· ἀλλὰ | ||||
| καὶ τέλους καὶ μέσου καὶ ἀρχῆς πρωτίστη ἐπιδεικτική, δι’ ὧν | ||||
| τελειότης περαίνεται πᾶσα. εἶδος τῆς τῶν ὅλων τελειουργίας |
4—13 = An. p. 31, 7—20. cf. Lyd. II 8. IV 64. Theo p. 46, 15. 100, 14. 21 sqq. 101, 1. Plut. qu. conv. IX 3, 2
8 sqq. Mart. Cap. II 105. VII 717. 733. Chalc. p. 91, 2. 103, 22 sq. Favon. p. 4, 16. 22. 28. Isidor. Migne PL 83, 181. Ph. etc.
15 ἀρχή cf. Lyd. II. 11. IV 26 etc. μονάδων συστήματι Ph.
1 ὠνομάσθη B
2 δεδοικέναι B
3 ἀνατολίου in marg. add. N om. B
4 ὁ γʹ αʹ E ἐναντίων E
5 τὰ pr. om. F σημαίνεται c p Ast σημαίνει scripsi cll. An. et Lydo fort. legend. σημαίνει ⟨καὶ πρῶτος ἔδειξεν⟩ ἀρχήν· cf. enim Lyd. μέσην cp corr. Ast
6 σεμνήγοντες B
7 τρεῖς E An. γίγνονται B
8 πρώτου cp ⟨οὗ⟩ καὶ πρῶτον mavult Ast πρώτη scripsi cll. An. Lydo et Theone
9 et 10 γʹ E
10 εἴκασον p εἴκασαν Meurs.
11 σωφροσύνην E
13 κατονοήνσεσιν B
14 om. B
17 διάδος
τριἀς
L μονὰς ead. m. corr. E
18 μέσου κ. τέλους κ. ἀρχῆς E
Seite 18
| 18 | ||||
| καὶ ὡς ἀληθῶς ἀριθμὸς ἡ τριὰς, ἰσότητα καὶ στέρησίν τινα | ||||
| τοῦ πλείονος καὶ ἐλάττονος τοῖς ὅλοις παρέσχεν, ὁρίσασα τὴν | ||||
| ὕλην καὶ μορφώσασα ποιοτήτων πασῶν δυνάμεσιν. ἴδιον γοῦν | ||||
| καὶ ἐξαίρετον ἔχει παρὰ τοὺς ἄλλους ἀριθμοὺς ὁ τρία τὸ τοῖς | ||||
| 5 | πρὸ αὐτοῦ ἴσος εἶναι. τρις δὲ καὶ σπένδουσι καὶ τρὶς ἐπι- | |||
| θύουσιν οἱ τελειωθῆναι τὰς ἑαυτῶν εὐχὰς αἰτοῦντες παρὰ | ||||
| θεοῦ· τρισμακαρίους τε καὶ τρισευδαίμονας καὶ τρισολβίους | ||||
| τρίς τε τὰ ἐναντία φαμέν, ὅσοις τελείως ἕκαστον τούτων ὠσα- | ||||
| νεὶ πάρεστιν. ὅτι μοναδόν τι καὶ ταύτην τριάδα φασὶ παρὰ | ||||
| 10 | τὸ ἀτελές τι εἶναι καὶ ἀκαταπόντητον· οὕτω δὲ λέγεται διὰ | |||
| τὸ μὴ δύνασθαι αὐτὴν εἰς δύο ἴσα διαιρεῖσθαι. ὅτι πρῶτον | ||||
| πλῆθος ἡ τριάς· ἑνικὰ γὰρ καὶ δυϊκὰ λέγομεν, εἶτ’ οὐκέτι τρια- | ||||
| δικὰ ἀλλὰ πληθυντικὰ ἰδίως. ὅτι καὶ ἐν τῇ τοῦ ἀριθμοῦ φύ- | ||||
| σει ἡ τριὰς διατείνει· περιττοῦ μὲν γὰρ εἴδη τρία, τὸ μὲν | ||||
| πρῶτον καὶ ἀσύνθετον, τὸ δὲ δεύτερον καὶ σύνθετον, τὸ δὲ | ||||
| μικτόν, τὸ πρὸς αὑτὸ μὲν δεύτερον, πρὸς ἄλλο δὲ πρῶτον· | ||||
| πάλιν δὲ τὸ μὲν ὑπερτελές, τὸ δὲ ἀτελές, τὸ δὲ τέλειον· συλ- | ||||
| λήβδην δὲ τοῦ πρὸς τι ποσοῦ τὸ μὲν μεῖζον, τὸ δὲ ἔλαττον, | ||||
| τὸ δὲ ἴσον. τῇ δὲ γεωμετρίᾳ προσφυέστατόν ἐστιν ἡ τριάς· τὸ | ||||
| 20 | γὰρ ἐν ἐπιπέδοις στοιχειωδέστατόν ἐστι τρίγωνον καὶ τούτου | |||
| εἴδη τρία, ὀξυγώνιον ἀμβλυγώνιον σκαληνόν. τρεῖς τε τῆς | ||||
| σελήνης οἱ σχηματισμοί, αὔξησις πανσέληνος καὶ μινύθησις· |
5 sqq. cf. Theo p. 100, 17 sqq.
9 sq. cf. Del. p. 172, 12 17 ὑπερτελές . . . τέλειον cf. Theo p. 45, 9 sq. Mart. Cap. VII 753
19 γεωμετρία cf. Ph.
1 τινα post ἰσότητα x A p Ast post στέρησιν E
2 ταῖς ὅλαις y A E τοῖς ὅλους P p Ast
3 πᾶσι p A st
4 ἐξαίρετον P τρία] γʹ E τοῦ x p Ast τοῖς A E
5 ἴσος A E B N F σπένδουσιν M L P
6 αὐτῶν N F
7 τρὶς μακαρίους F τρὶς εὐδαίμονας B F
8 τελείως x A τελείοις E τέλειον p Ast
9 φασίν x
11 ἴσα A E B
13 sq. τριειδικά x τριαδικὰ A E τρισδικὰ p τρισσικὰ Ast
14 ἤδη B ἤδη P
15 τὸ δὲ δεύτερον καὶ σύνθετον om. N F
16 μικτρὸν B αὐτὸ c αὐτὸν p αὐτὸ Ast πρὸς δὲ ἄλλο p Ast
17—18 τὸ δὲ τέλειον . . . ἔλαττον A E om. x p Ast
19 τε E om. x A p Ast ἐστὶν om. F
20 στοιχειοδέστατον F
21 τρία] γʹ E τε] δὲ B N F
Seite 19
| 19 | ||||
| τρεῖς δὲ καὶ οἱ τῆς ἀνωμαλίας τρόποι, προποδισμὸς ἀναποδι- | ||||
| σμὸς καὶ ὁ μεταξύ αὐτῶν στηριγμός. καὶ τρεῖς οἱ τὸ ζωδια- | ||||
| κὸν | πλάτος ὁρίζοντες κύκλοι, θερινός τε καὶ χειμερινὸς καὶ | 16 | |||
| ὁ ἀνὰ μέσον τούτων ὁ λεγόμενος ἐκλειπτικός. καὶ τρία μὲν | ||||
| εἴδη ζῴων, πεζὸν πτηνὸν ἔνυδρον. τρεῖς δὲ καὶ αἱ Μοῖραι | 5 | |||
| θεολογοῦνται, ὅτι καὶ ἡ σύμπασα διεξαγωγὴ θείων τε καὶ | ||||
| θνητῶν ἐκ τε προέσεως καὶ ὑποδοχῆς καὶ τρίτον ἀνταποδό- | ||||
| σεως κρατύνεται, σπερμαινόντων μὲν τρόπον τινὰ τῶν αἰθε- | ||||
| ρίων, ὑποδεχομένων δὲ ὡσανεὶ τῶν περιγείων, ἀνταποδόσεων | ||||
| δὲ διὰ τῶν ἀνὰ μέσον τελουμένων, ὥσπερ ἐγγόνου τινὸς με- | 10 | |||
| ταξὺ ἄρρενος καὶ θήλεος. καὶ τὸ παρ’ Ὁμήρῳ δὲ ἀξιοῦσι τις | ||||
| ἂν τούτοις ‘τριχθὰ γὰρ πάντα δέδασται’, ὅπου καὶ τὰς | ||||
| ἀρετὰς εὑρίσκομεν δύο κακιῶν ἀλλήλαις τε καὶ ἀρετῇ ἀντι- | ||||
| κειμένων μέσας, καὶ συνᾴδει ὁ λόγος, κατὰ μὲν μονάδα ὡρισ- | ||||
| μένον τι καὶ γνωστὸν καὶ φρόνιμον τὰς ἀρετὰς εἶναι — τὸ | 15 | |||
| γὰρ μέσον ἕν —, κατὰ δὲ δυάδα ἀόριστον καὶ ἄγνωστον καὶ | ||||
| ἄφρον τὰς κακίας. ἔτι γε μὴν καὶ φιλίαν καὶ εἰρήνην καὶ | ||||
| προσέτι ἁρμονίαν τε καὶ ὁμόνοιαν προσαγορεύουσιν· ἐναν- | ||||
| τίων γὰρ καὶ οὐχ ὁμοίων συνακτικὰ καὶ ἑνωτικὰ ταῦτα· διὸ | ||||
| καὶ γάμον ταύτην καλοῦσι. τρεῖς δὲ καὶ αἱ ἡλικίαι. | 20 |
2 sq. cf. Lyd. II 8
4 ὁ ἀνὰ . . . ἐκλειπτικός cf. Macr. I 6, 53
5 Μοῖραι cf. Mart. Cap. VII 733. Favon. p. 4, 24 sq. 11 Ὁμήρω Il. O 189 cf. Lyd. II 8. [Plut.] vita Hom. 145. Philo quaest. et sol in Gen. IV 8 etc.
18 ἁρμονίαν
20 γάμον Ph.
1 οἱ] ἡ B ἀνωμαλίας y A E ἀνομαλίας P pAst
4 ἀναμέσον y A ἀνὰ μέσον E P p Ast γʹ E
6 καὶ om. E equidem abesse malim ἢ om. F
8 sq. αἰθερίων P
9 πτεριγείων p ἀνταποδόσεως c p Ast correxi
10 ἀναμέσον A M L B P N ἀνὰ μέσον E ἀναμέσων F p Ast τελουμένων c p τελουμένης Bullialdus (ad Theon. p. 282) Ast in adn. 11 θήλεωος N θύλεωος F θηλείου p ἁρμόσοιει B corr. ab ead. m. 12 τριχὰ xp γὰρ] δὲ vulg. (potior) δεδέσθαι p ὅπου y A E ὁ πᾶνυ P p πᾶνυ Ast
13 ἀλλήλῃ/ E
14 συνάγει δὲ (om. καὶ) N F
20 γάμονα p αὐτὴν xpAst ταύτην A E καλοῦσιν M L B P N